TLG 4330 001 :: COSMAS Hieromonachus :: Ἑρμηνεία τῆς ἐπιστήμης τῆς χρυσοποιίας ἱερομονάχου τοῦ Κοσμᾶ (e cod. Paris. B.N. gr. 2327, fol. 159r)

COSMAS Hieromonachus Alchem.
(A.D. 11)

Ἑρμηνεία τῆς ἐπιστήμης τῆς χρυσοποιίας ἱερομονάχου τοῦ Κοσμᾶ (e cod. Paris. B.N. gr. 2327, fol. 159r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 442–446.

Citation: Volume — page — (line)

2

.

442

(1t)

ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΕΠΙΣΤΗΜΗΣ ΤΗΣ
2tΧΡΥΣΟΠΟΙΙΑΣ ΙΕΡΟΜΟΝΑΧΟΥ ΤΟΥ ΚΟΣΜΑ
3 Ἡ ἀληθινὴ αὕτη καὶ μυστικὴ χυμία κόπου μόνου δεῖται, ἐξόδου δὲ οὐδεμιᾶς· ἓν γάρ ἐστι τὸ πᾶν, καὶ δι’ οὗ τὸ πᾶν· καὶ εἰ μὴ γένηται
5τὸ ἓν τρία, καὶ τὰ τρία ἓν, οὐδέν ἐστι τὸ πᾶν· καὶ τοῦτό ἐστιν ἡ λύσις τῆς κακοσχόλου νόσου τῆς πενίας. Διὰ γοῦν τὴν σὴν ἀγάπην γράφω σοι, ὅστις ἐφόδιον καὶ τίποτες μικρὸν ἐκ ταύτης τέχνασμα. Βάλε χρυσοῦ καθαροῦ ϛγ γʹ, ὑδράργυρον ϛγ αʹ, καὶ ποίησον μῖγμα, ὡς ποιοῦσιν οἱ χρυσοχόοι. Εἶτα ἀπόκλυσον τὸ μῖγμα ὕδατι
10ὡς ἐκφυγεῖν τὴν μελανίαν· εἶτα ἀποπίασον τὸ μῖγμα πανίῳ λινῷ καλῶς, ὡς ἐκφυγεῖν τὴν ὑδράργυρον· εἶτα ἕνωσον τὸ μῖγμα ἴσῳ ἰῷ καλῷ, καὶ τζαπαρίκῳ, καὶ ὀλίγῳ τιτάνῳ ὠοῦ· καὶ τρίβε καλῶς τὰ ὅλα ἐπὶ μαρμάρου. Εἶτα ἕνωσον αὐτὰ ὠοῦ λεκίθῳ μιᾷ· εἶτα βάλε πάντα ἐν κελύφῳ ὠοῦ στερεοῦ ἐκ μιᾶς ὀπῆς· ἔστω δὲ τὸ κέλυφον καινὸν καὶ
15καθαρόν· καὶ γύψωσον καλῶς τὴν ὀπὴν καὶ ὅλον τὸ ὠὸν, καὶ χῶσον ἐν ἱππείᾳ κόπρῳ θερμῇ ἡμέρας ζʹ. Εἶτα ἐξελὼν ἴδε ἐκ τῆς ὀπῆς τοῦ ὠοῦ τὸ σύνθεμα· καὶ εἰ μὲν γέγονεν ὅλον ἰὸς, καλόν· εἰ δ’ οὔ, πάλιν χῶσον ὁμοίως, ἕως γένηται ὅλον ἓν, ἤγουν ἰὸς καλός. Τότε ἀνάψας ἄνθρακας θαμινὰ θαμινὰ, ἤγουν συχνὰ συχνὰ, φρύξον
20ὅλον τὸ ὠόν· εἶτα ἐξελὼν τὸ μῖγμα, τρίψον ἐπὶ μαρμάρου, καὶ ἔχε
ξηρίον, καὶ λύσας μήνην καθαρωτάτην ἐν τῇ χώνῃ, βάλε ἐξ αὐτοῦ442

2

.

443

μέρος ἓν, καὶ ἴδῃς χρυσὸν ὑπέρφωτον· εἰ δὲ θέλεις ὠβρυζώτερον ποιῆσαι, δευτεροτρίτωσον τὴν πρᾶξιν ὡς πρῶτον, ἕως ἀρέσῃ σοι. ΤΟΥΤΟ ΜΕΝ ΕΣΤΙΝ ΕΚ ΤΙΝΟΣ ΠΑΛΑΙΟΥ ΖΩΣΙΜΟΥ ΤΙΝΟΣ· ΤΟ Δ’ ΕΤΕΡΟΝ ΕΣΤΙΝ ΕΚ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΕΧΝΗΣ ΤΩΝ ΠΑΛΑΙΩΝ. ΚΑΙ
5ΔΟΚΙΜΑΣΟΝ ΑΥΤΟ ΟΥΤΩΣ. —Λάβε ὠὰ τέσσαρα· ἐν ἀγγείῳ βαλὼν ὀστρακίνῳ εὐρυχώρῳ· καὶ φυράσας ὀλίγον σεμιδάλεως μετὰ μέλιτος, κατάθου πέριξ τῶν ὠῶν ἐν τῷ ἀγγείῳ, καὶ φιμώσας ἀσφαλῶς, χῶσον ἐν κοπρίᾳ ἡμέρας ρκʹ, ἕως ἡ φύσις γένηται αἵματος ψυχῆς· ἔπειτα ἀνακαλύψας ἐπίθες τὸν ἔνοικον ἐν ὀστρακίνῳ καινῷ, καὶ διαπύρους
10ἀνάψας ἄνθρακας, τούτους ῥιπίζων, φέρε τὴν τῶν ἀνθράκων αὖραν ἐπὶ τὸν προκείμενον ἔνοικον· καὶ ὅταν φρυγῇ, βάλε ἐν θυείᾳ, τῆς χειρός σου μὴ ἀναψαμένης· καὶ τρίψας ἔχε ἐν βησσίῳ· καὶ χωνεύ‐ σας ἄργυρον καθαρὸν λίτραν μίαν, ἐπίβαλε ἐκ τοῦ ξηρίου μέρη γʹ ἢ ϛʹ, καὶ θαυμάσεις· τοῦτό ἐστιν τὸ θεῖον καὶ μέγα μυστήριον τὸ
15ζητούμενον, καὶ δυνάμενον πενίαν νικῆσαι καὶ ἐχθροὺς ἀπώσασθαι· εἶεν αὖθις. ΕΤΕΡΑ ΕΡΜΗΝΕΙΑ. —〈Λαβὼν〉 σανδαράχη, καλακάνθην, ἀρσενίκην, τεάφην καὶ κιννάβαριν, ταῦτα ἕνωσον ὁμοῦ, καὶ τρίψας καὶ λειώσας, καὶ γλοιῶδες τὸ μῖγμα ποιήσας, εἰς καθα‐
20ρὸν ἔμβαλε ὕελον, τοῦτο ἔναι ἐπιβαλτάριον. Ἔστω οὖν τὸ στόμα αὐτοῦ στενώτερον τῆς κοιλίας αὐτοῦ, ὁποῖα δῆτά εἰσι τὰ θυροκύ‐ κλια. Καὶ τὸ στόμα ἐμφράξας μετὰ πηλοῦ, θέρμανον μεθ’ ἡμέραν πυρήν· εἶτα δὲ ἀφελὼν τὸν πηλὸν, εὐρήσεις ξηρὸν τὸ μῖγμα, πυττη‐
τὴν σύστασιν ἐοικός. Τοῦτο οὖν αὖθις λειώσας, διὰ κεράμειον ἄγγος443

2

.

444

μετάγγισον· καὶ ὅλον περιλαβὼν, θὲς ἐγγύθεν πυρός· ἀνακαλύψας εὑρήσεις ξανθόν. Καὶ μαγνησίαν δὲ εἰ λάβῃς λευκὴν, καὶ οἷον ὄγκον τοῦ ψήγ‐ ματος εὕρῃς τὰ προοικονομηθέντα· εἶτα δὲ ἄμφω χλιάνας ῥεφανίνῳ
5ἐλαίῳ πεψίας· ἔστω σοι τῷ εἰς τῆς χωνίας ὑπέρξανθον· εἰ δὲ μὴ στίλβει τῷ χρώματι, ἅλατι χρίσας καὶ μίσυι καὶ σιδήρου ἰὸν συνω‐ ξιλιανθεῖσα, καὶ τὰς δυνάμεις κοινώσασοι τῶν ἐκ τοῦ πατελοῦ ψηγ‐ μάτων, τέλειον γενήσεται. Εἰ δὲ χρυσὸν ἔχεις, διπλάσαι τὸν ὄγκον θελησείας, μηδὲν
10ἀφέλῃς τῆς ποιότητος, τοῦτον διασταθμίσας, ἀντιστάθμισον διπλά‐ σια φάρμακα μίσυ καὶ ἐβένινον ῥίνισμα, ὡς οἰκείων τὸ ἐξ ἀμφοτέρων τοῦ χρυσοῦ τετραπλάσιον. Ταῦτα μίξας ἢ ἀνακράσας, περίπλασον τὸν χρυσόν· καὶ οὕτως εἰς χώνην ἐμβαλὼν καὶ πυρώσας, ἐξένεγκε, καὶ εὑρήσεις τὸν χρυσὸν διπλοῦν.
15 Κιννάβαρις καὶ ὁ χρυσίζων ἰὸς τοῦ χαλκοῦ, ὥσπερ τινὰ φυσικὰ εἴδη, σεληναίᾳ ὕλῃ ἐπιβληθέντα, σῶμα ποιοῦσιν χρυσοῦν. Μόλυβδον ἀναλύσας πυρὶ, ἐπίρρανον τούτῳ τεάφην· καὶ χρῶ τῷ πυρὶ μέχρις οὗ ἡ ἀποφορὰ ἐξαθμηθῇ· εἶτα σχιστῆς στυπτηρίας καὶ
20κινναβάρεως ἐπὶ ἰσομέτρους ἄγγους λαβὼν, καὶ μίξας ἐν ὀξυμέλιτι, τηκομένῳ τῷ μολύβδῳ ἐπίρραινε, ὁμοίως τοῦτο τῷ θείῳ ἀπύρῳ ἵνα στερρὸς γεγονὼς ἐκ πάντων ἀποτελεσθῇ ὁ χρυσός. Λαβὼν χαλκὸν, ἐξελάμνησον καὶ κόψον κομμάτια τετράγωνα, καὶ βάλε αὐτὰ εἰς τζουκάλην πήλινον, πάτον ἀπὸ τὸν χαλκὸν καὶ πάτον
25τριμμένην τεάφην, καὶ φράξας ἄνω τὸ στόμα καλῶς, ἤγουν μετὰ πηλοῦ, καὶ μετὰ τοῦτο βάλε τὸ τζουκάλιον αὐτὸ εἰς ἕτερον τζουκάλιον μέγα· καὶ ἀς ἔχει τρύπας νά σε βαίνει τὸ πῦρ, καὶ ἀπὸ τὸ στόμα καὶ
ἀπὸ τὰς τρύπας· καὶ βάλε πῦρ ἰσχυρὸν καὶ ἀς βράσῃ ὥρας δʹ· καίεται444

2

.

445

γὰρ τὸ χάλκωμα καὶ γίνεται τοιοῦτον ὅ τι τρίβεται ὥσπερ ἅλας· γίνεται δὲ τὸ λεγόμενον ῥασούχτην. Εἶτα βάλε ῥασούχτην οὐγγίας πέντε ἥμισυ, σαλόνιτρον ἤγουν σκευοβότανον οὐγγ. γʹ, ὑδράργυρον οὐγγ. δύο, καὶ ἀνακάτωσέ τα ὅλα
5καὶ τρίψε τα ψιλὰ ὡς ἄλευρον. Τρίβε οὖν ταῦτα ἕως ὅτου νὰ μηδὲν φαίνεται ὁ ὑδράργυρος. Εἶτα εὑρὼν πινάκια δύο ὥστε στουμπόνεσθαι ἡρμοσμένα, καὶ μηδὲν ἐξέρχεσθαι εἰ δυνατὸν ἐξ αὐτῶν, οὐδὲ ὕδωρ. Εἶτα χρίσον αὐτὰ μετὰ πηλοῦ ἐξ οὗ ποιοῦσι τὰ χωνία, ἢ, ἂν οὐχ εὑρίσκεται ἀπ’ αὐτοῦ, ἀς ἔναι ἀπὸ τὸν πηλὸν ὅπου γίνονται τὰ πινάκια.
10Καὶ ἀφ’ οὗ ἁρμόσῃς τὰ πινάκια καλῶς, ὅπου νὰ σέβῃ τὸ ἕναν εἰς τὸ ἄλλον μόνον τὰ χείλη των, τότε χρῖσε αὐτὰ καλῶς· καὶ τὸ ἓν καυκίον, ἤγουν τὸ πινάκιον, χῶσαί το πάλιν εἰς τὸν πηλὸν αὐτὸν, καὶ στεγνώσαντος τοῦ πηλοῦ, ἄλειψον αὐτὸ εἰς τὰς ἁρμονίας, καὶ ὅλον τὸν γῦρον ἀ〈πὸ〉τοῦ αὐγοῦ λευκόν. Εἶτα τρύπησον τὸν πάτον τοῦ ἐπάνω καυκίου με τίποτας
15ὅπου νὰ ποιήσῃς τρῦπαν ὅσον σακκοράφης, ἢ καὶ μικροτέραν, ὅσον βελόνης χοντροῦ. Εἶτα ποίησον φουρνόπουλον, καὶ ἀνάβασε αὐτὸ στενὸν ἀπάνω, ὅσον νὰ χωρεῖ τὰ καυκία ἐπάνω ἡ τρῦπα, τὸ δὲ κάτω, ἀς ἔναι πλατύτερον, καὶ βάλε τὰ καυκία ἐπάνω εἰς τὸ φουρνάκιν, καὶ ἀποκάτω βάλε πῦρ ὀλίγον ἐν ἰσότητι· ἐπίθες δὲ εἰς τὴν τρῦπαν τοῦ
20ἐπάνω καυκίου μάχαιραν, ὅπου νὰ ἔναι ἡ μύτη τῆς ξυντὴ, καὶ ἀς βράζει ἀγάλια· σήκονε δὲ τὴν μάχαιραν συχνῶς, καὶ βλέπε· καὶ ὅταν ἴδῃς ὅτι ἀναβαίνει ὡς ἀσήμην, τότε πάλιν ἀς βράζει κάλια. Πρῶτον γοῦν θέλει ἀναβαίνει σὰν θολὸς καπνὸς, καὶ ὕστερα ὁ ὑδράργυρος ὡς ἀσήμην.
25Ὅταν γοῦν ἴδῃς τοῦτο, ἄφες τὸ πῦρ, καὶ στούμπονε τὴν τρῦ‐
παν τοῦ καυκίου μετὰ πηλοῦ, καὶ ἄφες αὐτὰ ψυχρανθῆναι 〈τῆς445

2

.

446

νυκτόσ〉· καὶ ἐπὶ τὴν αὔριον, ἔκβαλε αὐτὰ, ἀποχρίσας τὰ καυκία. καὶ τὸ μὲν τοῦ ἐπάνω καυκίου κράτει· τὸ δὲ ἄλλον πάλιν ἔχε καὶ αὐτό· καὶ μάζωξε τὸν ὑδράργυρον ὅλον μὴ δὲν ἀφήσῃς ἀπὸ τοῦ ἐπάνω καυκίου τίποτας· ἔναι γὰρ κολλημένος εἰς τὸ
5ἐπάνω καυκίον· καὶ ξύσε τον ὅλον, καὶ ἔπαρέ τον· καὶ τότε βάλε ἀσήμην οὐγγίας δʹ, καὶ χάλκωμα οὐγγ. ηʹ, καὶ ἀνάλυσε πρῶτον τὸν χαλκὸν, καὶ ἀφ’ οὗ ἀναλύσῃ καλῶς, βάλε καὶ τὸ ἀσή‐ μην, καὶ τότε ἀφ’ οὗ ἀναλύσῃ καὶ αὐτὸ, καὶ γένωνται τὰ δύο ἓν, τότε. βάλε ἀπὸ τοῦ ξηρίου, ἤγουν ἀπὸ τοῦ ὑδραργύρου ὁποῦ ἐμά‐
10ζωξες ἀπὸ τοῦ καυκίου ἕως μισῆς οὐγγίας· καὶ ἔσται σοι ὅλον καθαρὸς ἄργυρος καὶ τέλειος. Ὅταν γοῦν τὸ χύσῃς εἰς τὸν χύτην, βάνε το ἀπάνω με τζαπάρικον· εἰ δὲ καὶ κάλλιον θέλεις, βάλε καὶ ἄλλην μισὴν οὐγγίαν ἀπὸ τοῦ κασσιτέρου, οὗπερ ἐμάζωξες ἐκ τοῦ
καυκίου, καὶ ἔναι κρεῖττον.446